ΦΩΤΕΙΝΗ ΓΡΑΜΜΗ 76-ΠΑΝΕΛΛΗΝΙΟΝ ΙΕΡΟΝ ΠΡΟΣΚΥΝΗΜΑ ΤΟΥ ΤΑΜΑΤΟΣ ΤΟΥ ΕΘΝΟΥΣ-ΕΥΧΗ ΥΠΕΡ ΤΟΥ ΤΑΜΑΤΟΣ

 

Οἱ πολυπληθέστατοι φίλοι τοῦ Σωματείου «Οἱ Φίλοι τοῦ Τάματος τοῦ Ἔθνους» ἀνὰ τὴν ὑφήλιον ἐρωτοῦν καὶ διερωτῶνται καθημερινῶς: QUO VADIS ΠΟΥ βαδίζομε καὶ
ΠΟΤΕ ΕΠΙ ΤΕΛΟΥΣ θὰ πραγματοποιηθῇ ὁ διακαέστατος πόθος τῶν εὐλαβῶν καὶ ταπεινῶν Χριστιανῶν καὶ τῶν ὑγιῶς σκεπτομένων (κατὰ Σωκράτη «νοῦν ἐχόντων») Ἑλλήνων καὶ Φιλελλήνων, δηλαδὴ τὸ Τάμα Κολοκοτρώνη, Καποδιστρίου καὶ τῶν ἄλλων ἡρώων τῆς Ἐθνικῆς μας Παλιγγενεσίας;;;
Τοὺς ἀπαντῶμε: Γρηγοροῦμε καὶ ἀγωνιζόμεθα ἄνω τῶν 20 ὡρῶν ἡμερησίως, 365 ἡμέρας τὸ ἔτος καὶ ταυτοχρόνως προσευχόμεθα ὁ Θεὸς νὰ κάνῃ τὸ θαῦμα του!!!
Ὁ φίλτατος, πολυγραφότατος καὶ ἀνὰ πᾶσαν στιγμὴν ἀνταποκρινόμενος εἰς τὰς περιστάσεις, Μέγας Ὑμνογράφος τῆς τῶν Ἀλεξανδρέων Ἐκκλησίας, Δρ Χαραλάμπης Μ. Μπούσιας, πρὸ ἐτῶν εἶχε συντάξει μίαν θερμὴν ΕΥΧΗΝ εἰς τὸν Σωτῆρα Χριστὸν ὑπὲρ τοῦ Τάματος (ἴδ.«Φωτεινὴ Γραμμή» τεῦχος 64 – ΣΕΠΤΕΜΒΡΙΟΣ 2015).
Ἡ ΕΥΧΗ αὐτὴ εἶχε, δυστυχῶς, τὴν ἰδίαν τύχην μὲ τὸ ΤΑΜΑ. Οἱ ἁγνοὶ Ἕλληνες τὴν περιέβαλον μὲ πολλὴν ἀγάπην καὶ τὴν διέδωσαν. Οἱ ἐχθροὶ τοῦ Τάματος τὴν ἀγνόησαν.
Σήμερον ἐπανέρχεται ὁ φίλτατος ὑμνογράφος κ. Μπούσιας μὲ μίαν νέαν ἀπόδοσιν, ἡ ὁποία ἐγένετο ἐπίσης ἀποδεκτὴ ἐνθέρμως ὑπὸ τῶν διαφόρων φίλων.
Εἴθε δι’αὐτῆς νὰ φωτισθοῦν οἱ ἀγαθοπροαίρετοι φίλοι καὶ νὰ σωθοῦν τὰ ταλαίπωρα θύματα τοῦ ἀντικειμένου ἡμῖν Σατανᾶ, οἱ ἐχθροὶ τοῦ ἐν λόγῳ Τάματος, ὥστε νὰ πραγματοποιηθῇ τὸ ποθούμενον.
Δηλαδή, νὰ γίνῃ δεκτὸν τὸ θερμὸν αἴτημά μας, νὰ εὐλογήσῃ ἡ Ἐκκλησία καὶ νὰ διευκολύνῃ ἡ Πολιτεία, νὰ παραχωρηθῇ κατάλληλος χῶρος καί, ἐπαναλαμβάνομε, νὰ δυνηθῶμε νὰ ἀνεγείρωμε ἐξόδοις μας τὸ ΤΑΜΑ.
Εὐχὴ εἰς τὸν Σωτῆρα Κύριον,
τὸν ἐλευθερωτὴν τοῦ Ἔθνους τῶν Ἑλλήνων
καὶ συμπαραστάτην τῶν κοπιόντων
διὰ τὴν ἀνέγερσιν τοῦ Τάματος τοῦ Ἔθνους

Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ ἐλευθερώσας ἡμᾶς ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ διὰ τοῦ τιμίου Σου αἵματος, ὁ ἀναιρέτης τῆς ἁμαρτίας καὶ ἐλευθερωτὴς τῶν ψυχῶν ἡμῶν, ὁ κλειδοῦχος τῆς ἀτελευτήτου μακαριότητος, ὁ εἰπών· «Γνώσεσθε τὴν ἀλήθειαν καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς» (Ἰωάν. η΄ 32), ὁ εὔσπλαγχνος καὶ πανευΐλατος καὶ πανοικτίρμων καὶ πολυέλεος Σωτὴρ τοῦ γένους ἡμῶν, ὁ διὰ τῆς Σῆς ἀναστάσεως συνθλάσας τοὺς δεσμοὺς ἡμῶν μετὰ τῆς δουλείας τοῦ ἀλλοτρίου καὶ τῆς φθορᾶς τοῦ θανάτου, ἐπάκουσον νῦν ἡμῶν δεομένων Σου καὶ παράσχου ἡμῖν τοῖς ἐκθύμως δοξάζουσί Σε, τὸν μόνον ἀληθινὸν Θεὸν ἡμῶν, ἐλεύθερον καὶ ἀνέσπερον ἦμαρ καὶ δύναμιν τὴν ἐκ Σοῦ ἐκπορευομένην τοῦ ἐφαρμόζειν ἀπαρεγκλίτως τὸ Παύλειον· «Τῇ ἐλευθερία, ᾗ Χριστὸς ἡμᾶς ἠλευθέρωσε, στήκετε καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε» (Γαλ. δ΄ 1). Ναί, Κύριε Παντοκράτωρ, ὁ ἐλευθερώσας καὶ τὸ γένος τῶν Ἑλλήνων ἐκ τοῦ ζυγοῦ τῶν ἀπίστων ἐκγόνων τῆς Ἄγαρ καὶ ἐκ παντὸς αὐτοῦ ἐπιβούλου, βοήθησον ἡμῖν ἐν ἐλευθερίᾳ τὸν βίον διάγειν καὶ τῇ πανσθενεῖ χάριτι Σου συντρίβειν τὰ βέλη τῶν ἑκάστοτε ἐπιβούλων τῆς ἡμῶν ἐλευθερίας καὶ ἀνεξαρτησίας. Τήρησον ἡμᾶς ἐν ἠθικῇ ἐλευθερίᾳ τοὺς αἰχμαλώτους τῇ ἀσυδοσίᾳ καὶ κραιπάλῃ καὶ ἐκζητήσει τῶν περιττῶν καὶ οὐχὶ τῶν πρὸς τὸ ζῆν ἀπαραιτήτων. Ἀποδίωξον ἀφ’ ἡμῶν τὴν ἀχλὺν τῆς δουλείας ἀγνοίας τῶν ἐντολῶν Σου, ψεύδους, ὑποκρισίας, παθῶν ψυχοκτόνων καὶ χαμαιζήλων καὶ πρωτίστως ἐλλείψεως γνώσεως τοῦ ἀληθινοῦ ἡμῶν ἑαυτοῦ.

Ἔτι δεόμεθά Σου, ἐλευθερωτὰ Κύριε, Σῶτερ φιλάνθρωπε· Φώτισον τὰς καρδίας τῶν κρατούντων ἐπιθυμεῖν τὴν ἀνέγερσιν περικαλλοῦς καὶ περιδόξου Ναοῦ τῇ Σῇ Μεταμορφώσει, εἰς ἐκπλήρωσιν τοῦ Τάματος τοῦ Ἔθνους ἡμῶν, καὶ δὴ εἰς περίοπτον τῶν Ἀθηνῶν θέσιν, ὅπερ ὀφείλομέν Σοι καθηκόντως, τῷ ἐλευθερώσαντι ἡμᾶς ἐκ βαρυτάτης καὶ τυραννικῆς δουλείας. Καθοδήγησον ἡμᾶς εἰς ἐπιστροφὴν εἰς τὰς εὐγενεῖς καὶ τιμίας τοῦ γένους ἡμῶν ῥίζας, ἐξ ὧν ἐβλαστήσαμεν, καὶ ἐν ταὐτῷ τοὺς Ἄρχοντας ἡμῶν, Ἱεράρχας καὶ Κυβερνῆτας εἰς τρίβον ἐκπληρώσεως τοῦ Τάματος αὐτοῦ γενόμενος οὐράνιος ἀρωγὸς τοῦ Ἱδρύματος Προασπίσεως Ἠθικῶν καὶ Πνευματικῶν Ἀξιῶν καὶ τοῦ Σωματείου Οἱ Φίλοι τοῦ Τάματος τοῦ Ἔθνους, ἵνα ἐν μιᾷ φωνῇ καὶ καρδίᾳ δοξάζομεν τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά Σου, Σῶτερ, Ἐλευθερωτὰ καὶ προασπιστὰ τῶν ἀγαπώντων Σε, καὶ ἐξαιρέτως τοῦ λαοῦ τῶν Ἑλλήνων, τοῦ δοξάσαντός Σε κατὰ τὸ ῥῆμά Σου, ὃν τήρησον ἐσαεὶ ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ ἐλεύθερον καὶ κακῶν ἀνεπίβουλον.

Ἔτι δεόμεθά Σου, πολυεύσπλαγχνε καὶ ἀνεξίκακε Κύριε, βοήθησον τοῖς ἐν τῷ σκότει τοῦ Ἰσλὰμ καθεύδουσι γνῶναί Σε, τὴν μόνην Ἀλήθειαν, καὶ ἐπιθυμεῖν ἐγείρειν Ναοὺς δόξης τοῦ πανάγνου Ὀνόματός Σου ἀντὶ τοῦ ἐγείρειν τεμένη μίσους καὶ ζοφεροῦ σκότους ἀπάτης. Ἐν τῇ φιλτάτῃ ἡμῶν πατρίδι, τῇ χώρᾳ τῆς βασιλείας τοῦ σωτηριώδους Σταυροῦ τοῦ μονογενοῦς Σου Λόγου, μὴ ἐπιτρέψῃς μολύνσεις δι’ ἰοῦ ἡμισελήνου, δι’ ἧς ἀπαλλαγὴν ποταμοὶ τῶν προγόνων ἡμῶν ἐχύθησαν αἱμάτων. Διατήρησον τὴν χώραν ἡμῶν Ὀρθόδοξον καταυγαζομένην πάντοτε ὑπὸ τοῦ φωτὸς τοῦ Ἱεροῦ Σου Εὐαγγελίου, τοῦ Εὐαγγελίου τῆς ἀγάπης, καὶ τὰς καρδίας ἡμῶν ἐχούσας ἐπιθυμίαν μαθητεύσεως ὅλων τῶν λαῶν καὶ διδασκαλίας τῆς Σῆς Τριαδικῆς ὑπερφώτου Θεότητος.
Ἀμήν.

Δρ Χαραλάμπης Μ. Μπούσιας,
Μέγας Ὑμνογράφος τῆς τῶν Ἀλεξανδρέων Ἐκκλησίας

 

Αφήστε μια απάντηση

Η ηλ. διεύθυνση σας δεν δημοσιεύεται. Τα υποχρεωτικά πεδία σημειώνονται με *