Ἡ Θεία ταπείνωσις καὶ φιλανθρωπία
Κύριε, ὁ Παντοκράτωρ καὶ Ποιητὴς Οὐρανοῦ καὶ Γῆς, Σὺ ὁ φιλεύσπλαγχνος καὶ φιλάνθρωπος Θεός, σιτήσας, διὰ τοῦ Μάννα ἐν τῇ ἐρήμῳ τοὺς περιπλανωμένους Ἰσραηλίτας καὶ θρέψας προσέτι, διὰ τοῦ πολλαπλασιασμοῦ τῶν ἄρτων καὶ ἰχθύων τοὺς πεντακισχιλίους καὶ τετρακισχιλίους ἄνδράς τε καὶ γυναῖκας καὶ οὐδέποτε θελήσας νὰ θρέψῃς ἑαυτὸν καὶ τοὺς μετά Σοῦ, κατὰ τόν, ὡς ἄνω, ὑπὲρ τὸν νοῦν καὶ αἴσθησιν, τρόπον, ἐνῷ ἠδύνασο, τῇ Θείᾳ δυνάμει Σου. Οὐ μὴν ἀλλά, ταπεινῶν ἑαυτόν, δοκιμαζόμενος ἐν τῇ χειρωνακτικῇ ἐργασίᾳ τοῦ ξυλουργοῦ, ὡς ὁ μεταπτωτικὸς δοῦλός Σου, ἀπέκτας, ὁσημέραι, τὸν ἐπιούσιον ἄρτόν Σου, μοχθῶν, πρὸς τοῦτο, διὰ τῶν θείων χειρῶν Σου. Τοσαύτη ἀπείρου κάλλους καὶ δέους ταπείνωσις καὶ ἐν ταυτῷ σταυρικὴ ἀγάπη ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν.
Ἐδέχθης Σὺ Κύριε, ὄχι μόνον τὸν ταπεινωτικόν, διά τοῦ Σταυροῦ μαρτυρικὸν θάνατον, θανάτῳ τοῦτον πατήσας καὶ ἀναστὰς ἐκ νεκρῶν, ἀλλὰ καὶ διάγων ἐν τῇ γῇ τὸν τοῦ μεταπτωτικοῦ ἀνθρώπου πολύμοχθον βίον, ὡς Θεάνθρωπος, ὑπακούων εἰς τὰς ἐντολὰς τοῦ Πατρός Σου.
Μεγίστη ἡ συγκίνησις ἡμῶν, ἐπί τῇ νοητῇ θέᾳ τοῦ ταπεινωτικοῦ βίου τοῦ Κυρίου Ἡμῶν Ἰησοῦ Χριστοῦ, ἀρχομένου τούτου ἀπὸ τῆς συλλήψεως ἐν τῇ Θεοδόχῳ μήτρᾳ καὶ τῆς οἰκήσεως Αὐτοῦ ἐν τῇ εὐκάρπῳ νηδύϊ (κοιλίᾳ) τῆς Παναχράντου Αὐτοῦ καὶ ἡμῶν Μητρός, Ἀειπαρθένου Μαρίας.
Χαῖρε Κεχαριτωμένη Μαρία ὁ Κύριος μετὰ Σοῦ καὶ διὰ Σοῦ μεθ’ ἡμῶν.
Ταπεινωθείημεν, ὅθεν καὶ ἡμεῖς, Ἄρχοντες καὶ ἀρχόμενοι, Κλῆρος καὶ λαός, προσευχόμενοι, ἀκολουθοῦντες τὴν Χριστομίμητον ὑπακοὴν καὶ σταυρικὴν ἀγάπην, ἵνα, ταῖς πρεσβείαις τῆς Παναμώμου ἡμῶν Μητρός, Κυρίας Θεοτόκου ἀξιωθῶμεν ἰδεῖν ἀνεγηγερμένον τὸ διακαῶς καὶ μεγάλως ποθούμενον Τάμα τοῦ Ἔθνους, τὸν ἐκπάγλου (θαυμαστοῦ), ἱεροῦ μεγαλείου Ἱερὸν Ναὸν τοῦ Σωτῆρος Ἡμῶν Ἰησοῦ Χριστοῦ· ὑπέρμαχοι καὶ πρόμαχοι ὑπὲρ τῆς πραγματοποιήσεως αὐτοῦ τοῦ Μνημείου ὑπῆρξαν, κατ’ ἐξοχήν, ὁ Γενναῖος Θεόδωρος Κολοκοτρώνης καὶ ὁ Ἐντιμότατος μαρτυρήσας, ἀναιρεθεὶς Ἰωάννης Καποδίστριας, Πρωθυπουργὸς τῆς Ἑλλάδος.
Πάναγνε, Ἀειπάρθενε, Κυρία Θεοτόκε, προσαγαγοῦσα τήν ἡμετέραν προσευχὴν τῷ Υἱῷ Σου καὶ Θεῷ ἡμῶν, πρέσβευε ὑπὲρ ἡμῶν ἀνεγερθῆναι τὸ Ἱερὸν Μνημεῖον τοῦτο καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Οὐδεὶς προστρέχων ἐπί σοι, κατῃσχυμμένος ἀπὸ Σοῦ ἐκπορεύεται, Ἁγνὴ Παρθένε Θεοτόκε, ἀλλ’ αἰτεῖται τὴν Χάριν καὶ λαμβάνει τὸ Δώρημα, πρὸς τὸ συμφέρον τῆς αἰτήσεως. Ἀμήν.
ΕΡΡΩΣΘΕ (ἔστε ἰσχυροὶ ἐν ὑγείᾳ)
Εἴη ὁ Θεὸς μεθ’ ἡμῶν.
Παναγιώτης Πολάλης
Πτυχιοῦχος Νομικῆς Σχολῆς Ἐθνικοῦ & Καποδιστριακοῦ
Πανεπιστημίου ἈΘηνῶν.
Αφήστε μια απάντηση