ΑΠΟ  ΤΟ ΕΟΡΤΟΛΟΓΙΟΝ ΤΟΥ ΙΔΡΥΜΑΤΟΣ ΠΡΟΑΣΠΙΣΕΩΣ ΗΘΙΚΩΝ ΚΑΙ ΠΝΕΥΜΑΤΙΚΩΝ ΑΞΙΩΝ ΕΟΡΤΟΛΟΓΙΟΝ 2022-2023 14 ΝΟΕΜΒΡΙΟΥ

αναρτήθηκε σε: Ημερολόγιον, Θρησκευτικά | 0

 

Καλὴ Ἑβδομάδα !

 

 

14  Δ      

Φιλίππου Ἀποστόλου

πολυτκιον
χος γ’. Θείας πίστεως.
Θείαν ἔλλαμψιν, τοῦ Παρακλήτου, εἰσδεξάμενος, πυρὸς ἐν εἴδει, παγκοσμίως ὡς ἀστὴρ ἀνατέταλκας, καὶ τῆς ἀγνοίας τὸν ζόφον διέλυσας, τῇ θείᾳ αἴγλῃ Ἀπόστολε Φίλιππε. Ὅθεν πρέσβευε, Χριστῷ τῷ Θεῷ δεόμεθα, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

 

 

Κωνσταντίνου Ὑδραίου νεομ.

πολυτκιον
χος α’. Τς ρμου πολτης.
Τὸν λαμπρὸν γόνον Ὕδρας καὶ τῆς Ῥόδου τὸ καύχημα, καὶ Νεομαρτύρων τὸ κλέος, Κωνσταντῖνoν τιμήσωμεν, ἐν ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, τὴν μνήμην ἐκτελοῦντες τὴν αὐτοῦ, ἵνα λάβωμεν πλουσίαν τὴν ἀμοιβήν, παρὰ Θεοῦ κραυγάζοντες· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ ἐνισχύσαντι, καὶ ἐν ὑστέροις καιροῖς σε στεφανώσαντι.

 

 

Γρηγορίου Παλαμᾶ Ἀρχιεπισκ. Θεσσαλονίης (1340)

πολυτκιον
χος πλ. δ’.
Ὀρθοδοξίας ὁ φωστήρ, Ἐκκλησίας τὸ στήριγμα καὶ διδάσκαλε, τῶν Μοναστῶν ἡ καλλονή, τῶν θεολόγων ὑπέρμαχος ἀπροσμάχητος, Γρηγόριε θαυματουργέ, Θεσσαλονίκης τὸ καύχημα, κῆρυξ τῆς χάριτος, ἱκέτευε διὰ παντός, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

 

Εὐφημιανοῦ Κύπρου

πολυτκιον
χος α’. Τς ρήμου πολίτης.
Τῶν ὁσίων φωστῆρα καὶ τῆς Λύσης τὸ καύχημα, Εὐφημιανὸν τὸν θεόπνουν, εὐφημήσωμεν ᾄσμασι, τῷ πίστει ἀναλώσαντι αὐτόν, ἀσκήσει καὶ συντόνῳ προσευχῇ, καὶ πτερώσαντι ἐκθύμως, τὸν νοῦν πρὸς δόμους δόξης ἐκβοήσωμεν. Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πιστὸς ἰάματα.

 

 

 Θωμᾶ Β΄ νέου Πατρ. Κων/πόλεως,

 

 

Παντελεήμονος νεομ. Κρητός,

 

 

Dubritius Οὐαλοῦ,

 

 

Στάχυος ἐπ.

 

ΦΩΤΕΙΝΗ ΓΡΑΜΜΗ τηλ. 210 3254321

Αφήστε μια απάντηση

Η ηλ. διεύθυνση σας δεν δημοσιεύεται. Τα υποχρεωτικά πεδία σημειώνονται με *